Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.31 Joseph. AJ 9.35 (English) >>Joseph. AJ 9.39

9.33παρεθάρρυνε δʼ αὐτὸν Ἰωσαφάτης δίκαιος ὢν καὶ πέμψαντα εἰς τὸ στρατόπεδον ἐκέλευσε γνῶναι, εἴ τις αὐτοῖς τοῦ θεοῦ προφήτης συνελήλυθεν, ἵνα διʼ αὐτοῦ μάθωμεν παρὰ τοῦ θεοῦ, τί ποιητέον ἡμῖν.” οἰκέτου δέ τινος φήσαντος τῶν Ἰωράμου ἰδεῖν αὐτόθι τὸν Ἠλία μαθητὴν Ἐλισσαῖον Σαφάτου παῖδα πρὸς αὐτὸν ἀπίασιν οἱ τρεῖς βασιλεῖς Ἰωσαφάτου παραινέσαντος. 9.34ἐλθόντες δʼ ἐπὶ τὴν σκηνὴν τοῦ προφήτου, ἔτυχε δʼ ἔξω τῆς παρεμβολῆς κατεσκηνωκώς, ἐπηρώτων τὸ μέλλον ἐπὶ τῆς στρατιᾶς, μάλιστα δὲ Ἰώραμος. τοῦ δὲ μὴ διοχλεῖν αὐτῷ φράσαντος ἀλλὰ πρὸς τοὺς τοῦ πατρὸς αὐτοῦ καὶ τῆς μητρὸς βαδίζειν προφήτας, εἶναι γὰρ ἐκείνους ἀληθεῖς, ἐδεῖτο προφητεύειν καὶ σώζειν αὐτούς. 9.35 δὲ ὀμόσας τὸν θεὸν οὐκ ἂν ἀποκριθῆναι αὐτῷ, εἰ μὴ διὰ Ἰωσαφάτην ὅσιον ὄντα καὶ δίκαιον, ἀχθέντος ἀνθρώπου τινὸς ψάλλειν εἰδότος, ἐπεζήτησε γὰρ αὐτός, πρὸς τὸν ψαλμὸν ἔνθεος γενόμενος προσέταξε τοῖς βασιλεῦσιν ἐν τῷ χειμάρρῳ πολλοὺς ὀρύξαι βόθρους· 9.36οὔτε γὰρ νέφους οὔτε πνεύματος γενομένου οὔτε ὑετοῦ καταρραγέντος ὄψεσθε πλήρη τὸν ποταμὸν ὕδατος, ὡς ἂν καὶ τὸν στρατὸν καὶ τὰ ὑποζύγια διασωθῆναι ὑμῖν ἀπὸ τοῦ ποτοῦ. ἔσται δὲ ὑμῖν οὐ τοῦτο μόνον παρὰ θεοῦ, ἀλλὰ καὶ κρατήσετε τῶν ἐχθρῶν καὶ καλλίστας καὶ ὀχυρωτάτας πόλεις λήψεσθε τῶν Μωαβιτῶν, καὶ δένδρα μὲν αὐτῶν ἥμερα κόψετε, τὴν δὲ χώραν δῃώσετε, πηγὰς δὲ καὶ ποταμοὺς ἐμφράξετε.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.31 Joseph. AJ 9.35 (English) >>Joseph. AJ 9.39

Powered by PhiloLogic